Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 35.1 Dem. 35.5 (English) >>Dem. 35.10

35.4ἀδελφῷ ὄντι τούτῳ ἐκείνου καὶ ἔχοντι ἅπαντα τὰ Ἀρτέμωνος, καὶ ὅσα ἐνθάδε κατέλιπεν καὶ ὅσα ἦν αὐτῷ ἐν τῇ Φασήλιδι, καὶ κληρονόμῳ ὄντι τῶν ἐκείνου ἁπάντων, καὶ οὐκ ἂν ἔχοντος τούτου δεῖξαι νόμον ὅστις αὐτῷ δίδωσιν ἐξουσίαν ἔχειν μὲν τὰ τοῦ ἀδελφοῦ καὶ διῳκηκέναι ὅπως ἐδόκει αὐτῷ, μὴ ἀποδοῦναι δὲ τὰ ἀλλότρια χρήματα, ἀλλὰ λέγειν νῦν ὅτι οὐκ ἔστιν κληρονόμος, ἀλλʼ ἀφίσταται τῶν ἐκείνου. 35.5 μὲν τουτουὶ Λακρίτου πονηρία τοιαύτη ἐστίν· ἐγὼ δʼ ὑμῶν δέομαι, ἄνδρες δικασταί, εὐνοϊκῶς ἀκοῦσαί μου περὶ τοῦ πράγματος τουτουί· κἂν ἐξελέγξω αὐτὸν ἀδικοῦντα ἡμᾶς τε τοὺς δανείσαντας καὶ ὑμᾶς οὐδὲν ἧττον, βοηθεῖτε ἡμῖν τὰ δίκαια.

35.6ἐγὼ γάρ, ἄνδρες δικασταί, αὐτὸς μὲν οὐδʼ ὁπωστιοῦν ἐγνώριζον τοὺς ἀνθρώπους τούτους· Θρασυμήδης δʼ Διοφάντου υἱός, ἐκείνου τοῦ Σφηττίου, καὶ Μελάνωπος ἀδελφὸς αὐτοῦ ἐπιτήδειοί μοί εἰσιν, καὶ χρώμεθα ἀλλήλοις ὡς οἷόν τε μάλιστα. οὗτοι προσῆλθόν μοι μετὰ Λακρίτου τουτουί, ὁπόθεν δήποτε ἐγνωρισμένοι τούτῳ (οὐ γὰρ οἶδα), 35.7καὶ ἐδέοντό μου δανεῖσαι χρήματα εἰς τὸν Πόντον Ἀρτέμωνι τῷ τούτου ἀδελφῷ καὶ Ἀπολλοδώρῳ, ὅπως ἂν ἐνεργοὶ ὦσιν, οὐδὲν εἰδώς, ἄνδρες δικασταί, οὐδʼ Θρασυμήδης τὴν τούτων πονηρίαν, ἀλλʼ οἰόμενος εἶναι ἐπιεικεῖς ἀνθρώπους καὶ οἷοίπερ προσεποιοῦντο καὶ ἔφασαν εἶναι, καὶ ἡγούμενος ποιήσειν αὐτοὺς πάντα ὅσαπερ ὑπισχνεῖτο καὶ ἀνεδέχετο Λάκριτος οὑτοσί.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 35.1 Dem. 35.5 (English) >>Dem. 35.10

Powered by PhiloLogic